22/3/14

ΚΥΡΙΑΚΗ ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ 2014

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 23 Μαρτίου 2014 - Γ΄ Νηστειών (Σταυροπροσκυνήσεως) 

Το Αποστολικό ΑνάγνωσμαΠρος Εβραίους Επιστολή Παύλου (δ΄14 – ε΄6)
Ἀδελφοί, Ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρών.

Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Το Ευαγγελικό Ανάγνωσμα
Κατά Μάρκον (η΄34– θ΄1)

Εν ταῖς ημέραις ἐκεῖναις, προσκαλεσάμενος ὁ Ιησούς τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.
Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

 

ΚΑΤΕΒΑΣΤΕ ΑΠΟ ΕΔΩ ΤΗ ΦΩΝΗ ΚΥΡΙΟΥ 

ΚΑΤΕΒΑΣΤΕ ΑΠΟ ΕΔΩ ΤΟ ΦΥΛΛΑΔΙΟ ΚΗΡΥΓΜΑ ΤΟΥ ΚΑΝΤΙΩΤΗ ΤΗΣ ΠΑΡΑΣΚΕΥΗΣ Γ' ΧΑΙΡΕΡΤΙΣΜΟΙ

ΚΑΤΕΒΑΣΤΕ ΑΠΟ ΕΔΩ ΤΟ ΦΥΛΛΑΔΙΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Γ' ΝΗΣΤΕΙΩΝ ΤΟΥ ΚΑΝΤΙΩΤΗ

 

 

 

15/3/14

ΑΠΟΓΕΥΜΑΤΙΝΟ ΠΡΟΣΚΥΝΗΜΑ

ΠΡΟΣΚΥΝΗΜΑΤΙΚΗ ΕΚΔΡΟΜΗ
ΣΤΗ ΜΟΝΗ ΔΟΒΡΑ ΒΕΡΟΙΑΣ
ΤΗΝ ΠΕΜΠΤΗ 20-3-2014
ΣΤΙΣ 3.30 μ.μ.


ΑΠΟ ΤΟ ΙΕΡΟ ΝΑΟ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ

4/3/14

ΧΕΙΡΟΤΟΝΙΑ ΝΕΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗ ΚΙΤΡΟΥΣ 1-3-2014

ΦΩΤΟΓΡΑΦΙΕΣ ΚΑΙ ΒΙΝΤΕΟ 
ΑΠΟ ΤΗ ΧΕΙΡΟΤΟΝΙΑ ΤΟΥ ΝΕΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΜΑΣ
κ.κ. ΓΕΩΡΓΙΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΣΤΙΣ 1-3-2014 ΣΤΟΝ Ι.Ν. ΑΓ. ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΑΕΡΟΠΑΓΙΤΟΥ ΑΘΗΝΩΝ