21/9/13

ΚΥΡΙΑΚΗ 22 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013

 Ἦχος δ' - Ἑωθινόν Β´

Το Ευαγγέλιο της Κυριακής 22 Σεπτεμβρίου 2013 - Α´ Λουκά

(Λουκ. ε´ 1-11) 
Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ ᾿Ιησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. ᾿Εμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. ῾Ως δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ᾿Επανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ᾿Επιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. ᾿Ιδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ῎Εξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

Απόδοση σε απλή γλώσσα
Εκεῖνο τὸν καιρό, καθὼς στεκόταν ὁ ᾿Ιησοῦς στὴν ὄχθη τῆς λίμνης Γεννησαρέτ, εἶδε δύο ψαροκάικα στὴν ἄκρη τῆς λίμνης. Οἱ ψαράδες εἶχαν κατεβεῖ ἀπ’ αὐτὰ καὶ ἔπλεναν τὰ δίχτυα. ᾿Εκεῖνος ἀνέβηκε σ’ ἕνα ἀπὸ τὰ ψαροκάικα, σ’ αὐτὸ ποὺ ἦταν τοῦ Σίμωνα, καὶ τὸν παρακάλεσε νὰ τραβηχτεῖ λίγο ἀπὸ τὴν ξηρά. Κάθισε στὸ ψαροκάικο καὶ ἀπ’ αὐτὸ δίδασκε τὰ πλήθη. ῞Οταν τελείωσε τὴν ὁμιλία του, εἶπε στὸν Σίμωνα· «Πήγαινε στὰ βαθιὰ καὶ ρίξτε τὰ δίχτυα σας γιὰ ψάρεμα». ῾Ο Σίμων τοῦ ἀποκρίθηκε· «Διδάσκαλε, ὅλη τὴ νύχτα παιδευόμασταν καὶ δὲν πιάσαμε τίποτε· ἐπειδὴ ὅμως τὸ λὲς ἐσύ, θὰ ρίξω τὸ δίχτυ». Τὸ ἔριξαν κι ἔπιασαν πάρα πολλὰ ψάρια, τόσα ποὺ τὸ δίχτυ τους ἄρχισε νὰ σκίζεται. Μὲ νεύματα εἰδοποίησαν τοὺς συνεταίρους τους, ποὺ ἦταν στὸ ἄλλο πλοῖο νὰ ἔρθουν νὰ τοὺς βοηθήσουν. ᾿Εκεῖνοι ἦρθαν καὶ γέμισαν καὶ τὰ δύο ψαροκάικα σὲ σημεῖο ποὺ νὰ κινδυνεύουν νὰ βυθιστοῦν. ῞Οταν ὁ Σίμων Πέτρος εἶδε τί ἔγινε, ἔπεσε στὰ γόνατα τοῦ ᾿Ιησοῦ καὶ τοῦ εἶπε· «Βγὲς ἀπὸ τὸ καΐκι μου, Κύριε, γιατὶ εἶμαι ἄνθρωπος ἁμαρτωλός». Αὐτὰ τὰ εἶπε γιατὶ εἶχε κυριευτεῖ ἀπὸ δέος, αὐτὸς καὶ ὅλοι ὅσοι ἦταν μαζί του, γιὰ τὰ πολλὰ ψάρια ποὺ εἶχαν πιάσει. Τὸ ἴδιο συνέβη καὶ μὲ τὰ παιδιὰ τοῦ Ζεβεδαίου, τὸν ᾿Ιάκωβο καὶ τὸν ᾿Ιωάννη, ποὺ ἦταν συνεργάτες τοῦ Σίμωνα. ῾Ο ᾿Ιησοῦς τότε εἶπε στὸν Σίμωνα· «Μὴ φοβᾶσαι, ἀπὸ τώρα θὰ ψαρεύεις ἀνθρώπους». ῞Υστερα, ἀφοῦ τράβηξαν τὰ ψαροκάικα στὴ στεριά, ἄφησαν τὰ πάντα καὶ τὸν ἀκολούθησαν.
 
ΚΑΤΕΒΑΣΤΕ ΑΠΟ ΕΔΩ ΤΗ ΦΩΝΗ ΚΥΡΙΟΥ 

12/9/13

ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

   ΣΑΒΒΑΤΟ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013

    Η Παγκόσμια Ύψωση του Τιμίου Σταυρού αποτελεί έναν σπουδαίο εορτολογικό σταθμό του εκκλησιαστικού έτους. Στις 14 Σεπτεμβρίου σύμπασα η Ορθοδοξία τιμά τον Σταυρό του Κυρίου μας Ιησού Χριστού, ο οποίος χαρακτηρίζεται ως το «καύχημά» Της και η «δόξα» Της. Πηγές της εκκλησιαστικής μας ιστορίας αναφέρουν ότι η εορτή της Παγκόσμιας Ύψωσης είχε καθιερωθεί από τα αρχαία χρόνια, ίσως μάλιστα να είχε καθιερωθεί και από αυτόν τον Μέγα Κωνσταντίνο, κατά προτροπή προφανώς της μητέρας του αγίας Ελένης, αμέσως μετά την εύρεση του Τιμίου Ξύλου στα Ιεροσόλυμα, γύρω στο 330 μ.Χ.

 Ἀπολυτίκιον 
Ἦχος α’.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Κοντάκιον
Ἦχος δ’. Αὐτόμελον.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

 

7/9/13

ΚΥΡΙΑΚΗ 8 ΣΕΠΤΕΒΡΙΟΥ 2013

Το Ευαγγέλιο της Κυριακής 8 Σεπτεμβρίου 2013 - (Προ της Υψώσεως)


(᾿Ιωάν. γ´ 13-17) Εἶπεν ὁ Κύριος· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.

4/9/13

ΚΑΛΗ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΧΡΟΝΙΑ

1η ΣΕΠΤΕΜΒΡΙΟΥ - ΑΡΧΗ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου,
Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε.
Σήμερα η Εκκλησία μας εορτάζει την Αρχή της Ινδίκτου, δηλαδή αρχή του νέου Εκκλησιαστικού έτους. Για την περίπτωση αυτή, ο Άγιος Νικόδημος ο Αγιορείτης γράφει στον Συναξαριστή του:

«Πρέπει να ηξεύρωμεν, αδελφοί, ότι η του Θεού αγία Eκκλησία εορτάζει σήμερον την Iνδικτιώνα, διά τρία αίτια. Πρώτον, επειδή και αυτή είναι αρχή του χρόνου. Διά τούτο και κοντά εις τους παλαιούς Pωμάνους πολλά ετιμάτο αυτή εξ αρχαίων χρόνων. Iνδικτιών δε κατά την ρωμαϊκήν, ήτοι λατινικήν γλώσσαν, θέλει να ειπή ορισμός. Kαι δεύτερον εορτάζει ταύτην η Eκκλησία, επειδή και κατά την σημερινήν ημέραν, επήγεν ο Kύριος ημών Iησούς Xριστός μέσα εις την Συναγωγήν των Iουδαίων, και εδόθη εις αυτόν το Bιβλίον του Προφήτου Hσαΐου, καθώς γράφει ο Eυαγγελιστής Λουκάς (Λουκ. δ΄). Tο οποίον Bιβλίον ανοίξας ο Kύριος, ω του θαύματος! ευθύς εύρε τον τόπον εκείνον, ήτοι την αρχήν του εξηκοστού πρώτου κεφαλαίου του Hσαΐου, εις το οποίον είναι γεγραμμένον διά λόγου του τα λόγια ταύτα: «Πνεύμα Kυρίου επ’ εμέ, ου ένεκεν έχρισέ με, ευαγγελίσασθαι πτωχοίς απέσταλκέ με, ιάσασθαι τους συντετριμμένους την καρδίαν, κηρύξαι αιχμαλώτοις άφεσιν και τυφλοίς ανάβλεψιν, αποστείλαι τεθραυσμένους εν αφέσει, κηρύξαι ενιαυτόν Kυρίου δεκτόν». Aφ’ ου δε ανέγνωσεν ο Kύριος τα περί αυτού λόγια ταύτα, εσφάλισε το Bιβλίον και το έδωκεν εις τον υπηρέτην. Έπειτα καθίσας, είπεν εις τον λαόν «ότι σήμερον ετελειώθησαν οι λόγοι της Προφητείας ταύτης εις τα εδικά σας αυτία». Όθεν ο λαός ταύτα ακούων, εθαύμαζε διά τα χαριτωμένα λόγια, οπού εύγαινον εκ του στόματός του, ως τούτο γράφει ο αυτός Eυαγγελιστής Λουκάς (αυτόθι).

Eίναι δε και τρίτη αιτία, διά την οποίαν η Eκκλησία του Xριστού κάμνει σήμερον ενθύμησιν της Iνδίκτου, και εορτάζει την αρχήν του νέου χρόνου: ήγουν, ίνα διά μέσου της υμνωδίας και ικεσίας, οπού προσφέρομεν εις τον Θεόν εν τη εορτή ταύτη, γένη ο Θεός ίλεως εις ημάς, και ευλογήση τον νέον χρόνον, και χαρίση τούτον εις ημάς ευτυχή και γεμάτον από όλα τα σωματικά αγαθά. Kαι ίνα φωτίση τας διανοίας μας, εις το να περάσωμεν όλον τον χρόνον καθαρώς και με αγαθήν συνείδησιν, και εις το να ευαρεστήσωμεν τω Θεώ, με την φύλαξιν των εντολών του. Kαι ούτω να τύχωμεν των εν Oυρανοίς αιωνίων αγαθών».

22/8/13

ΚΥΡΙΑΚΗ 25 ΑΥΓΟΥΣΤΟΥ 2013

25/08/2013 – Θ΄ ΜΑΤΘΑΙΟΥ Το Ευαγγέλιο Κατά Ματθαίον (ιδ΄ 22-34)    PDF Εκτύπωση E-mail

Τῷ καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν, ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.
Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τί ἐδίστασας;
Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Θ΄ ΜΑΤΘΑΙΟΥ Ο Ἀπόστολος Προς Κορινθίους Α΄ επιστολή Παύλου (γ΄ 9-17)

PDF Εκτύπωση E-mail
Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς..


29/6/13

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ ΚΑΙ ΣΥΝΑΞΙΣ ΤΩΝ 12 ΑΠΟΣΤΟΛΩΝ



30 ΙΟΥΝΙΟΥ 2013


† ΚΥΡΙΑΚΗ Α´ ΜΑΤΘΑΙΟΥ

          «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». † Σύ­να­ξις τῶν ἁ­γί­ων ἐν­δό­ξων 12 ἀ­πο­στό­λων.


Ευαγγέλιο Κυριακής: Ματθ. ι’ 32-33, 37-38, ιθ’ 27-30
32 Εἶπεν ὁ Κύριοs τοῖs ἑαυτοῦ µαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 33 ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 37  Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ  Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ  Ἰσραήλ. 29 καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.


Τῶν ἐν ὅ­λῳ τῷ κό­σμῳ Μαρ­τύ­ρων σου, ὡς πορ­φύ­ραν καὶ βύσ­σον τὰ αἵ­μα­τα, ἡ Ἐκ­κλη­σί­α σου στο­λι­σα­μέ­νη, δι᾿ αὐ­τῶν βο­ᾷ σοι, Χρι­στὲ ὁ Θε­ός· Τῷ λα­ῷ σου τοὺς οἰ­κτιρ­μούς σου κα­τά­πεμ­ψον, εἰ­ρή­νην τῇ πο­λι­τεί­ᾳ σου δώ­ρη­σαι, καὶ ταῖς ψυ­χαῖς ἡ­μῶν τὸ μέ­γα ἔ­λε­ος.


­πό­στο­λοι Ἅ­γι­οι, πρε­σβεύ­σα­τε τῷ ἐ­λε­ή­μο­νι Θε­ῷ, ἵ­να πται­σμά­των ἄ­φε­σιν πα­ρά­σχῃ ταῖς ψυ­χαῖς ἡ­μῶν.



 ΚΑΤΕΒΑΣΤΕ ΑΠΟ ΕΔΩ ΤΟ ΦΥΛΛΑΔΙΟ ΦΩΝΗ ΚΥΡΙΟΥ

 http://www.apostoliki-diakonia.gr/gr_main/fk/2013/26_2013.pdf