31/5/13

ΚΥΡΙΑΚΗ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ

 ΤΗΝ ΚΥΡΙΑΚΗ 2 ΙΟΥΝΙΟΥ 2013 ΘΑ ΕΧΟΥΜΕ 2η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής (᾿Ιωάν. δ΄ 5 - 42) Της Σαμαρείτιδος
Τῷ καιρῷ ἐκείνῳ, ἕρχεται ὁ Κύριος εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Ἀπεκρίθη