29/6/13

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ ΚΑΙ ΣΥΝΑΞΙΣ ΤΩΝ 12 ΑΠΟΣΤΟΛΩΝ



30 ΙΟΥΝΙΟΥ 2013


† ΚΥΡΙΑΚΗ Α´ ΜΑΤΘΑΙΟΥ

          «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». † Σύ­να­ξις τῶν ἁ­γί­ων ἐν­δό­ξων 12 ἀ­πο­στό­λων.


Ευαγγέλιο Κυριακής: Ματθ. ι’ 32-33, 37-38, ιθ’ 27-30
32 Εἶπεν ὁ Κύριοs τοῖs ἑαυτοῦ µαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 33 ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 37  Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ  Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ  Ἰσραήλ. 29 καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.


Τῶν ἐν ὅ­λῳ τῷ κό­σμῳ Μαρ­τύ­ρων σου, ὡς πορ­φύ­ραν καὶ βύσ­σον τὰ αἵ­μα­τα, ἡ Ἐκ­κλη­σί­α σου στο­λι­σα­μέ­νη, δι᾿ αὐ­τῶν βο­ᾷ σοι, Χρι­στὲ ὁ Θε­ός· Τῷ λα­ῷ σου τοὺς οἰ­κτιρ­μούς σου κα­τά­πεμ­ψον, εἰ­ρή­νην τῇ πο­λι­τεί­ᾳ σου δώ­ρη­σαι, καὶ ταῖς ψυ­χαῖς ἡ­μῶν τὸ μέ­γα ἔ­λε­ος.


Ἀ­πό­στο­λοι Ἅ­γι­οι, πρε­σβεύ­σα­τε τῷ ἐ­λε­ή­μο­νι Θε­ῷ, ἵ­να πται­σμά­των ἄ­φε­σιν πα­ρά­σχῃ ταῖς ψυ­χαῖς ἡ­μῶν.



 ΚΑΤΕΒΑΣΤΕ ΑΠΟ ΕΔΩ ΤΟ ΦΥΛΛΑΔΙΟ ΦΩΝΗ ΚΥΡΙΟΥ

 http://www.apostoliki-diakonia.gr/gr_main/fk/2013/26_2013.pdf

28/6/13

ΕΟΡΤΗ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ

ΣΑΒΒΑΤΟ 29 ΙΟΥΝΙΟΥ 2013
ΕΟΡΤΗ ΤΩΝ ΠΡΩΤΟΚΟΡΥΦΑΙΩΝ ΑΠΟΣΤΟΛΩΝ 
ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ

Το Ευαγγέλιο Κατά Ματθαίον (ιστ΄ 13 - 19) PDF Εκτύπωση E-mail
Τῷ καιρῷ εκείνω, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν.
Λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγεται εἶναι;
Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
Απόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ὅταν ὁ Ἰησοῦς ἦλθε εἰς τὰ μέρη τῆς Καισαρείας τοῦ Φιλίππου, ἐρωτοῦσε τοὺς μαθητάς του, «Ποιὸς, λέγουν οἱ ἄνθρωποι, ὅτι εἶναι ὁ Υἱὸς τοῦ ἀνθρώπου;». Αὐτοὶ δὲ ἀπήντησαν, «Μερικοὶ λέγουν ὅτι εἶναι ὁ Ἰωάννης ὁ Βαπτιστής, ἄλλοι ὁ Ἠλίας, καὶ ἄλλοι ὁ Ἱερεμίας ἢ ἕνας ἀπὸ τοὺς προφῆτας».
Λέγει εἰς αὐτούς, «Σεῖς, ποιὸς λέτε ὅτι εἶμαι;».
Ὁ Σίμων Πέτρος ἀπεκρίθη, «Σὺ εἶσαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ ζωντανοῦ Θεοῦ».
Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε, «Μακάριος εἶσαι, Σίμων υἱὲ τοῦ Ἰωνᾶ, διότι ἄνθρωπος δὲν σοῦ τὸ ἀπεκάλυψε αὐτό, ἀλλὰ ὁ Πατέρας μου ὁ οὐράνιος.
Καὶ ἐγὼ σοῦ λέγω, Σὺ εἶσαι ὁ Πέτρος καὶ ἐπάνω εἰς τὴν πέτραν αὐτὴν θὰ οἰκοδομήσω τὴν ἐκκλησίαν μου καὶ αἱ πύλαι τοῦ Ἅδη δὲν θὰ τὴν καταβάλουν. Καὶ θὰ σοῦ δώσω τὰ κλειδιὰ τῆς βασιλείας τῶν οὐρανῶν καὶ ὅ,τι δέσῃς εἰς τὴν γῆν, θὰ εἶναι δεμένο εἰς τοὺς οὐρανούς. Καὶ ὅτι λύσῃς εἰς τὴν γῆν, θὰ εἶναι λυμένο εἰς τοὺς οὐρανοὺς».

                                                                      Ἀπολυτίκιον 
                                                                          Ἦχος δ’.

   Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.