29/6/13

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ ΚΑΙ ΣΥΝΑΞΙΣ ΤΩΝ 12 ΑΠΟΣΤΟΛΩΝ



30 ΙΟΥΝΙΟΥ 2013


† ΚΥΡΙΑΚΗ Α´ ΜΑΤΘΑΙΟΥ

          «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». † Σύ­να­ξις τῶν ἁ­γί­ων ἐν­δό­ξων 12 ἀ­πο­στό­λων.


Ευαγγέλιο Κυριακής: Ματθ. ι’ 32-33, 37-38, ιθ’ 27-30
32 Εἶπεν ὁ Κύριοs τοῖs ἑαυτοῦ µαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 33 ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 37  Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ  Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ  Ἰσραήλ. 29 καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.


Τῶν ἐν ὅ­λῳ τῷ κό­σμῳ Μαρ­τύ­ρων σου, ὡς πορ­φύ­ραν καὶ βύσ­σον τὰ αἵ­μα­τα, ἡ Ἐκ­κλη­σί­α σου στο­λι­σα­μέ­νη, δι᾿ αὐ­τῶν βο­ᾷ σοι, Χρι­στὲ ὁ Θε­ός· Τῷ λα­ῷ σου τοὺς οἰ­κτιρ­μούς σου κα­τά­πεμ­ψον, εἰ­ρή­νην τῇ πο­λι­τεί­ᾳ σου δώ­ρη­σαι, καὶ ταῖς ψυ­χαῖς ἡ­μῶν τὸ μέ­γα ἔ­λε­ος.


­πό­στο­λοι Ἅ­γι­οι, πρε­σβεύ­σα­τε τῷ ἐ­λε­ή­μο­νι Θε­ῷ, ἵ­να πται­σμά­των ἄ­φε­σιν πα­ρά­σχῃ ταῖς ψυ­χαῖς ἡ­μῶν.



 ΚΑΤΕΒΑΣΤΕ ΑΠΟ ΕΔΩ ΤΟ ΦΥΛΛΑΔΙΟ ΦΩΝΗ ΚΥΡΙΟΥ

 http://www.apostoliki-diakonia.gr/gr_main/fk/2013/26_2013.pdf

28/6/13

ΕΟΡΤΗ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ

ΣΑΒΒΑΤΟ 29 ΙΟΥΝΙΟΥ 2013
ΕΟΡΤΗ ΤΩΝ ΠΡΩΤΟΚΟΡΥΦΑΙΩΝ ΑΠΟΣΤΟΛΩΝ 
ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ

Το Ευαγγέλιο Κατά Ματθαίον (ιστ΄ 13 - 19) PDF Εκτύπωση E-mail
Τῷ καιρῷ εκείνω, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν.
Λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγεται εἶναι;
Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
Απόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ὅταν ὁ Ἰησοῦς ἦλθε εἰς τὰ μέρη τῆς Καισαρείας τοῦ Φιλίππου, ἐρωτοῦσε τοὺς μαθητάς του, «Ποιὸς, λέγουν οἱ ἄνθρωποι, ὅτι εἶναι ὁ Υἱὸς τοῦ ἀνθρώπου;». Αὐτοὶ δὲ ἀπήντησαν, «Μερικοὶ λέγουν ὅτι εἶναι ὁ Ἰωάννης ὁ Βαπτιστής, ἄλλοι ὁ Ἠλίας, καὶ ἄλλοι ὁ Ἱερεμίας ἢ ἕνας ἀπὸ τοὺς προφῆτας».
Λέγει εἰς αὐτούς, «Σεῖς, ποιὸς λέτε ὅτι εἶμαι;».
Ὁ Σίμων Πέτρος ἀπεκρίθη, «Σὺ εἶσαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ ζωντανοῦ Θεοῦ».
Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε, «Μακάριος εἶσαι, Σίμων υἱὲ τοῦ Ἰωνᾶ, διότι ἄνθρωπος δὲν σοῦ τὸ ἀπεκάλυψε αὐτό, ἀλλὰ ὁ Πατέρας μου ὁ οὐράνιος.
Καὶ ἐγὼ σοῦ λέγω, Σὺ εἶσαι ὁ Πέτρος καὶ ἐπάνω εἰς τὴν πέτραν αὐτὴν θὰ οἰκοδομήσω τὴν ἐκκλησίαν μου καὶ αἱ πύλαι τοῦ Ἅδη δὲν θὰ τὴν καταβάλουν. Καὶ θὰ σοῦ δώσω τὰ κλειδιὰ τῆς βασιλείας τῶν οὐρανῶν καὶ ὅ,τι δέσῃς εἰς τὴν γῆν, θὰ εἶναι δεμένο εἰς τοὺς οὐρανούς. Καὶ ὅτι λύσῃς εἰς τὴν γῆν, θὰ εἶναι λυμένο εἰς τοὺς οὐρανοὺς».

                                                                      Ἀπολυτίκιον 
                                                                          Ἦχος δ’.

   Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

22/6/13

ΠΑΝΗΓΥΡΙ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ ΚΑΤΕΡΙΝΗΣ 24-6-2013

ΤΗ ΔΕΥΤΕΡΑ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ 
24 ΙΟΥΝΙΟΥ 2013
ΠΑΝΗΓΥΡΙΖΕΙ Ο ΙΕΡΟΣ ΝΑΟΣ ΜΑΣ 


ΤΟ ΠΡΟΓΡΑΜΜΑ ΤΗΣ ΕΟΡΤΗΣ

Ο ΕΣΠΕΡΙΝΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
ΚΥΡΙΑΚΗ 23/6/2013 ΣΤΙΣ 7.30 μ.μ. 
ΟΡΘΡΟΣ - Θ. ΛΕΙΤΟΥΡΓΙΑ 
ΔΕΥΤΕΡΑ 24/6/2013 ΣΤΙΣ 7.30 π.μ. 

ΣΤΙΣ ΑΚΟΛΟΥΘΙΕΣ ΘΑ ΧΟΡΟΣΤΑΤΗΣΕΙ
Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΤΡΙΠΟΛΕΩΣ
κ.κ. ΘΕΟΦΥΛΑΚΤΟΣ 

ΠΑΝΤΑ ΧΟΡΗΓΕΙ ΤΟ ΠΝΕΥΜΑ


ΚΥΡΙΑΚΗ ΠΕΝΤΗΚΟΣΤΗΣ

Το Ευαγγέλιο της Κυριακής 23 Ιουνίου 2013 - Κυριακή της Πεντηκοστής

(᾿Ιω. ζ´ 37-52, η´ 12) Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ᾿Ιησοῦς καὶ ἔκραξε λέγων· ᾿Εάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ῾Ο πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ῞Αγιον, ὅτι ᾿Ιησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας. ῏Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε αὐτόν; ᾿Απεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. ᾿Απεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ᾿ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; ᾿Απεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς ἐλάλησε λέγων· ᾿Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.

ΚΑΤΕΒΑΣΤΕ ΤΗ ΦΩΝΗ ΚΥΡΙΟΥ 
http://www.apostoliki-diakonia.gr/gr_main/fk/2013/25_2013.pdf 

15/6/13

ΚΥΡΙΑΚΗ 16 ΙΟΥΝΙΟΥ 2013 ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Κυριακή των Αγίων Πατέρων της Α΄Οικουμενικής Συνόδου


pateres_1
ΕΥΑΓΓΕΛΙΟΝ -Ἰωάν. ιζ΄ 1-13
 
Τῷ καιρῷ ἐκείνῳ, ἐπάρας ὁ  Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, 2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. 3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας  Ἰησοῦν Χριστόν. 4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· 5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. 6  Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. 7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν· 8 ὅτι τὰ ρήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9  Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. 12 ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.
 

13/6/13

Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ

«Λόγος περὶ τῆς Ἀναλήψεως τοῦ Χριστοῦ»
Ἁγίου Γρηγορίου Παλαμᾶ

 (νεοελληνικὴ ἀπόδοση)

Βλέπετε αὐτὴ τὴ κοινὴ γιὰ μᾶς ἑορτὴ καὶ εὐφροσύνη, τὴν ὁποία ὁ Κύριός μας Ἰησοῦς Χριστὸς ἐχάρισε μὲ τὴν ἀνάσταση καὶ ἀνάληψή του στοὺς πιστούς; Ἐπήγασε ἀπὸ θλίψη.
Βλέπετε αὐτὴ τὴ ζωή, μᾶλλον δὲ τὴν ἀθανασία; Ἐπιφάνηκε σὲ μᾶς ἀπὸ θάνατο.
Βλέπετε τὸ οὐράνιο ὕψος, στὸ ὁποῖο ἀνέβηκε κατὰ τὴν ἀνύψωσή του ὁ Κύριος καὶ τὴν ὑπερδεδοξασμένη δόξα ποῦ δοξάσθηκε κατὰ σάρκα; Τὸ πέτυχε μὲ τὴ ταπείνωση καὶ τὴν ἀδοξία. Ὅπως λέγει ὁ ἀπόστολος γι᾿ αὐτόν, «ἐταπείνωσε τὸν ἑαυτό του γενόμενος ὑπήκοος μέχρι θανάτου, καὶ μάλιστα σταυρικοῦ θανάτου, γι᾿ αὐτὸ κι᾿ ὁ Θεὸς τὸν ὑπερύψωσε καὶ τοῦ χάρισε ὄνομα ἀνώτερο ἀπὸ κάθε ὄνομα, ὥστε στὸ ὄνομα τοῦ Ἰησοῦ νὰ καμφθεῖ κάθε γόνατο ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ νὰ διακηρύξει κάθε γλώσσα ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ Κύριος σὲ δόξα Θεοῦ Πατρός».(Φιλ. β´ 8-11).
Ἐὰν λοιπὸν ὁ Θεὸς ὑπερύψωσε τὸ Χριστό του γιὰ τὸ λόγο ὅτι ταπεινώθηκε, ὅτι ἀτιμάσθηκε, ὅτι πειράσθηκε, ὅτι ὑπέμεινε ἐπονείδιστο σταυρὸ καὶ θάνατο γιὰ χάρη μας, πῶς θὰ σώσει καὶ θὰ δοξάσει καὶ θὰ ἀνυψώσει ἐμᾶς, ἂν δὲν ἐπιλέξωμε τὴ ταπείνωση, ἂν δὲν δείξουμε τὴ πρὸς τοὺς ὁμοφύλους ἀγάπη, ἂν δὲν ἀνακτήσωμε τὶς ψυχές μας διὰ τῆς ὑπομονῆς τῶν πειρασμῶν, ἂν δὲν ἀκολουθοῦμε διὰ τῆς στενῆς πύλης καὶ ὁδοῦ, ποῦ ὁδηγεῖ στὴν αἰώνια ζωή, τὸν σωτηρίως καθοδηγήσαντα σ᾿ αὐτήν; «διότι, καὶ ὁ Χριστὸς ἔπαθε γιὰ μᾶς, ἀφήνοντάς μας ὑπογραμμὸ (παράδειγμα), γιὰ νὰ παρακολουθήσουμε τὰ ἴχνη του». (Α´ Πέτρ. β´ 21).