13/6/15

ΚΥΡΙΑΚΗ 14 ΙΟΥΝΙΟΥ 2015

ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ 14 ΙΟΥΝΙΟΥ 2015
Β΄ Ματθαίου: Ματθ. δ΄ 18-23
Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ ᾿Ιησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελ­φὸν αὐτοῦ, βάλλοντας ἀμ­­­φί­βληστρον εἰς τὴν θάλασσαν· ἦ­σαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐ­τοῖς· δεῦτε ὀπίσω μου καὶ ποιή­σω ὑ­μᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐ­θέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐ­­κεῖθεν εἶδεν ἄλ­λους δύο ἀδελφούς, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαί­ου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐ­­τοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δί­κτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περι­ῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ ­θεραπεύων πᾶσαν νόσον καὶ ­­πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

ΜΟΝΑΔΙΚΟ ΘΑΥΜΑ


ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 14 ΙΟΥΝΙΟΥ 2015
Β΄ Ματθαίου: Ρωμ. β΄ 10-16
Ἀδελφοί, δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, ᾿Ιου­δαίῳ τε πρῶτον καὶ  Ἕλληνι· οὐ γὰρ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥ­­­μαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι πα­ρὰ τῷ Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων — ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ ᾿Ιησοῦ Χριστοῦ.

ΚΑΤΕΒΑΣΤΕ ΑΠΟ ΕΔΩ ΤΟ ΦΥΛΛΑΔΙΟ ΦΩΝΗ ΚΥΡΙΟΥ 
ΚΑΤΕΒΑΣΤΕ ΑΠΟ ΕΔΩ ΤΟ ΦΥΛΛΑΔΙΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ